"Ὅσοι τοίνυν ὀρθοδόξως
φρονοῦσι περὶ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, καὶ τὴν εἰς ἀλλήλους
φυλάττουσιν ἀγάπην, οὗτοι κέκτηνται τὸ τέλειον τῆς ἀγάπης.
Ἀγάπη Πατέρα ὁμολογεῖ, Υἱὸν προσκυνεῖ, καὶ τὸ ἅγιον Πνεῦμα δοξολογεῖ.
Ἀγάπη ἀγγέλων σύμβιος, πατέρων σύντροφος, προφητῶν σύσκηνος, μαρτύρων σύναθλος, ἀποστόλων σύγχορος, Ἐκκλησίας σύνδεσμος.
Ἀγάπη πόλεμον οὐκ οἶδεν, ἐχθρὸν οὐκ ἔχει, εἰρήνην πρεσβεύει. Ἀγάπη φονικοὺς θυμοὺς πραΰνει, λογικοὺς λαοὺς σεμνύνει. Ἀγάπη ἐν τῷ κόσμῳ μὴ χωροῦσα, καὶ ἐν ταπεινῇ καρδίᾳ κατοικοῦσα.
Ἀγάπη μέλιτος καὶ γάλακτος γλυκυτέρα, ἡ μὴ μόνον ἐν τῷ στόματι τὸ γλυκὺ ἔχουσα, ἀλλὰ ἐν τῷ βάθει τῆς καρδίας τὸ ἡδὺ κέκτηται. Ἀγάπη ἡ πάντων ἁρμογὴ, δι’ ἧς συνέστηκε μὲν τὰ ἐπίγεια, αὔξει δὲ τὰ οὐράνια.
Ἀγάπη, δι’ ἥν ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν ἀπέστειλεν εὶς τὸν κόσμον ὑπὲρ ἡμῶν· ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν εἰς τὸν κόσμον ὑπὲρ ἡμῶν.
Ἀγάπη τὰ ζεύγη τῶν ἀρότρων ὁμοφρόνως τῷ ξύλῳ τοῦ σταυροῦ ὑπέζευξεν· κινδύνους δὲ κατὰ γῆν καὶ θάλασσαν ὑπομένειν ἐδίδαξεν.
Ἀγάπη μάρτυρας τελειοῖ, ἀποστόλους στεφανοῖ.
Ἀγάπη ἄλλον, ὡς ἑαυτὸν ὁρᾷ, καὶ τὰ ἴδια κοινὰ πᾶσιν ἡγεῖται. Ἀγάπη τὴν ἔνδειαν τοῦ πλησίον μέριμναν ἰδίαν τίθησιν.
Ἀγάπη κοινὴν τράπεζαν πᾶσιν ἱστᾷ, πλουσίῳ τε καὶ πένητι, σοφῷ τε καὶ ἰδιώτῃ.
Ἀγάπη τὴν πεπικρασμένην ψυχὴν γλυκαίνει, τὴν τεθλιμμένην θεραπεύει, τὴν τεταπεινωμένην ἀναθάλλειν ποιεῖ.
Ἀγάπη ἄσβεστον λαμπάδα τῆς παρθενίας περιφέρει, καὶ τοὺς ἰδίους περιεργάζεται ζητοῦσα.
Ἀγάπη τὰς τῆς βασιλείας θύρας ἀνοίγει, καὶ τοὺς ἐν σεμνῷ γάμῳ βιούντας εἰσελθεῖν οὐ κωλύει.
Ἀγάπη τὴν ἐλεημοσύνην φιλεῖ, καὶ τῷ ταῦτα γεωργῷ στεφάνους χρυσαυγεῖς ἑτοιμάζει.
Ἀγάπη ὑπερηφάνους οὐκ οἶδεν, ταπεινοὺς δὲ δοξάζει.
Ἀγάπη ἄνδρα καὶ γυναῖκα γάμῳ συναφθέντας ὁμονοεῖν συμβουλεύει, χωρίζεσθαι δὲ ἀπ’ ἀλλήλων οὐδέποτε θέλει.
Ἀγάπη τοὺς πατέρας φιλεῖν τὰ τέκνα προτρέπεται, καὶ τὰ τέκνα δουλεύειν ὡς δεσπόταις τοῖς γονεῦσιν.
Ἀγάπη τοὺς δεσπότας ἐλεήμονας εἶναι πρὸς τοὺς οἰκέτας παρακαλεῖ, καὶ τοὺς οἰκέτας ὑπουργεῖν τοῖς δεσπόταις ἀδόλως παραινεῖ.
Πολλαχῶς ἀγάπη νοεῖται, διὰ πραότητος, διὰ χρηστότητος, δι’ ὑπομονῆς, διὰ ἀφθονίας καὶ ἀζηλίας, δι’ ἀμνησικακίας.
Ἀμέριστος ἐστιν ἐν πᾶσι, ἀδιάκριτος κοινωνική".

ΙΩΑΝΝΟΥ ΔΑΜΑΣΚΗΝΟΥ,
Περὶ ἀγάπης, καὶ εἰρήνης, καὶ εἰρηνοποιῶν, PG 95, 1200D-1201C.
Δημοσίευση σχολίου