πηγή: Patrologia Graeca (P.G.) 63.923
Ἐξομολογοῦμαί σοι, Κύριε ὁ Θεός μου, ἐν ὅλῃ καρδίᾳ μου, κλίνω γόνυ σώματος καὶ ψυχῆς, ἑξαγορεύων σοι τῷ Θεῷ πάσας τάς ἁμαρτίας μου. Κλῖνον καὶ αὐτὸς τὸ οὖς σου εἰς τὴν ἐμὴν δέησιν, καὶ ἄφες τὴν ἀσέβειαν τῆς καρδίας μου. Ἥμαρτον, ἠνόμησα, ἐπλημμέλησα, παρώξυνα, παρεπίκρανα σὲ τὸν ἐμὸν ἀγαθὸν Δεσπότην καὶ τροφέα καὶ κηδεμόνα· οὔκ ἐστιν εἶδος κακίας ῥητὸν ἤ ἄρρητον, ὅ οὐκ ἐποίησα, καὶ ἔργῳ, καὶ λόγῳ, καὶ γνώσει, καὶ ἀγνοίᾳ, καὶ ἐνθυμήμασι καὶ διανοήμασι, καθ’ ὑπερβολὴν εἰς ὑπερβολὴν ἁμαρτήσας. Καὶ πολλάκις μετανοεῖν ὑποσχόμενος, τοσαταύκις τοῖς αὐτοῖς περιέπεσα. Εὐκοπώτερον σταγόνες ὑετοῦ ἀριθμηθήσονται, ἤ τῶν ἐμῶν ἁμαρτημάτων ἡ πληθύς. Ὑπερῆραν γὰρ τὴν κεφαλήν μου, καὶ ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν. Ἀπὸ γὰρ νεότητός μου καὶ μέχρι τοῦ νῦν, ταῖς ἀτόποις ἐπιθυμίαις θύραν ἀνοίξας, ἀχαλινώτοις καὶ ἀτάκτοις ἐχρησάμην ὁρμαῖς, μολύνας τὸν χιτῶνα τὸν ἄνωθεν ὑφαντὸν τοῦ ἁγίου βαπτίσματος, τὸν ναόν μου τοῦ σώματος κηλιδώσας, τὴν ταλαίπωρόν μου ψυχὴν τοῖς πάθεσι τῆς ἀτιμίας καταμιάνας, καὶ πᾶσαν ἄλλην παρανομίαν καὶ ἀδικίαν διαπραξάμενος, ὦν ἐὰν κατὰ μέρος ἐπιμνησθῆναι θελήσω, ἐπιλείψει με διηγούμενον ὁ χρόνος.
Ἐπεὶ δὲ πάντα οἶδᾳς αὐτός, οὐδὲ γάρ ἐστι κτίσις ἀφανὴς ἐνώπιόν σου, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς σου, τὶ δεῖ πρὸς εἰδότα λέγειν τὰ μὴ ἀγνοούμενα παρὰ σοῦ; Ἐμοῦ δὲ συντρίβεται ἡ καρδία καὶ ἡ ψυχή, καὶ ὅλος εἰς ἀπορίας καταδύομαι βάθος, ἐνθυμούμενος ὅτι τηλικαῦτα καὶ τοσαῦτα ἡμαρτηκώς, οὐδὲ μικρὸν τι μεταμελείας ἔργον ἐνεδειξάμην, καὶ ὁ καιρὸς τῆς τομῆς ἐγγὺς καὶ ἡ προθεσμία τοῦ θανάτου παρέστηκεν, ὁ δὲ τῆς μετανοίας καιρὸς οὐδαμοῦ. Διὰ τοῦτο τετάρακται ἡ ψυχή μου καὶ κατώδυνός ἐστι καὶ κατηφείας πλήρης· ἀνέτοιμος γὰρ καὶ ἀπαρασκεύαστος ὤν, διαλογιζόμενός τε καὶ ἀνακρίνων τὰ κατ’ ἐμαυτόν, οὐδὲν ἱκανὸν πρὸς ἀπολογίαν εὑρίσκω, οὐδὲ τίνα τρόπον καὶ μηχανήν, δι’ ὧν τοῦ αἰωνίου πυρὸς ῥυσθήσομαι· εἰ γὰρ ὁ δίκαιος μόλις σῴζεται, ὁ ἁμαρτωλὸς ἐγὼ ποῦ φανοῦμαι; Καὶ εἰ διὰ πολλῶν θλίψεων ἡ βασιλεία τῶν οὐρανῶν τοῖς ἀξίοις κατακληροῦται, καὶ στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς τῆς ζωῆς, πῶς ἐγὼ καθηδυπαθὼν καὶ ἀκολασταίνων διὰ παντός, τῆς σωτηρίας ἀξιωθήσομαι; Καὶ εἰ πᾶσα δικαιοσύνη ἀνθρώπου ὡς ῥάκος ἀποκαθημένης, ὁ τοσοῦτος βόρβορος καὶ ἀδικία τὶ λογισθήσεται; Καὶ εἰ ὑπὲρ ἀργοῦ λόγου ἀπολογήσασθαι πρόκειται, ὑπὲρ τοσούτων ἐγὼ ἁμαρτημάτων τίνα εὐπρόσωπον ἕξω τὴν ἀπολογίαν;
Οἴμοι ψυχή! Ὅτι οὕτω τὰ καθ’ ἡμᾶς προεχώρησε. Βραχὺς ὁ βίος καὶ εὐπερίστατος, ὀξέως παροδεύων καὶ πρὸς τὸν θάνατον παραπέμπων, αἰωνία τῶν ἁμαρτωλῶν ἡ τιμωρία, ὥσπερ καὶ ἡ τῶν δικαίων βασιλεία, καὶ ἡ ζωὴ ἁμφοτέρων μὴ διακοπτομένη θανάτῳ. Τὶ οὖν ποιήσω; τὶ διαπράξω; εἰς ποῖον χάος ἐμαυτὸν ἀκοντίσω; φοβερὸς γὰρ ὁ θάνατος καὶ μάλιστα τῶν ἁμαρτωλῶν, ἐπεὶ καὶ πονηρός· θάνατος γὰρ ἁμαρτωλῶν πονηρός· φοβερὰ δὲ καὶ τὰ μετὰ θάνατον δείγματα· φοβερώτερον δὲ πολλῷ μᾶλλον τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος, ἐξ ὧν οὔκ ἐστιν ὁ ἐξελέσθαι δυνάμενος.
Ὅταν οὖν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ ἀποδοῦναι ἕκαστῳ κατὰ τὰ ἔργα αὐτοῦ, ὅταν θρόνοι τεθῶσι καὶ ὁ ἀδέκαστος κριτὴς φοβερὸς καθήσῃ, καὶ ἡ λαμπρότης καὶ ἡ χαρὰ τῶν δικαίων ἡτοιμασμένη φανῇ, καὶ πᾶσαι αἱ τῶν Ἀγγέλων μυριάδες, καὶ πάντες οἱ ἀπ’ αἰῶνος ἄνθρωποι, καὶ πᾶσα ὁμοῦ ἡ κτίσις, ἥ τε ὁρωμένη καὶ νοουμένη ὑπότρομος παρίσταται, τὶ ἐγὼ τότε διαπράξωμαι; αἰσχύνης πεπληρωμένος, ὑπὸ τοῦ συνειδότος κατεγνωσμένος, παρρησίας πάσης καὶ ἀπολογίας ἐστερημένος, στεναγμοῦ πάντοθεν; Οἴμοι τῶν κακῶν! Τὶ πρῶτον θρηνήσω, τὶ δεύτερον στενάξω, τὶ ἀπολοφύρωμαι; τὴν στέρησιν τῶν ἀγαθῶν ἤ τὴν ὀδύνην τῶν ἀλγεινῶν; τὸ ἀπέραντον τῆς τιμωρίας ἤ τὸν ἀπὸ Θεοῦ χωρισμόν; κλαῦσον ἀθλία ψυχή, ἐνθυμουμένη ταῦτα καὶ ὁποῖα μετὰ τὴν ἔξοδον ἀπαντήσεταί σοι, ὡς λίαν ἐπαχθῇ καὶ ἐπώδυνα, καὶ βόησον.
Ὁ Θεὸς τῶν Δυνάμεων, ὁ Θεὸς ὁ αἰώνιος, ὁ Θεὸς τοῦ ἐλέους καὶ τῶν οἰκτιρμῶν, μὴ ἐγκαταλίπῃς με, μὴ ὑπερίδῃς με, μὴ ἀποστήσῃς ἀπ’ ἐμοῦ τὸ ἔλεός σου. Πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου. Καὶ γὰρ οὕτως ἔχων, καὶ οὕτω διανοούμενος, οὐκ ἀπαγορεύω τῆς ἀγαθῆς ἐλπίδος, οὐδὲ ἀπογινώσκω τῆς σωτηρίας μου.
Οἶδα γὰρ τοῦ ἐμοῦ Δεσπότου τὸ εὐσυμπάθητον, οἶδα τοῦ φιλανθρώπου τὸ ἀμνησίκακον, καὶ ὅτι θελητὴς ἐλέους ἐστί, μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν, θέλων δὲ πάντας σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, καὶ μάλιστα τοὺς ἀπὸ ἁμαρτίας ἐπιστρέφοντας· οὐ γὰρ ἦλθε καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν· οὐ γὰρ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες.
Νῦν ἠρξάμην λαλῆσαι πρὸς τὸν Κύριόν μου· ἐγὼ δέ εἰμὶ γῆ καὶ σποδός, σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουθένημα λαοῦ. Δός μοι λόγον ἐν ἀνοίξει τοῦ στόματός μου, ὁ διδοὺς εὐχὴν τῷ εὐχομένῳ, ὅτι πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἐκ σοῦ τοῦ Πατρὸς τῶν φώτων· ἵνα καὶ δεηθῶ ἀξίως καὶ ἱκετεύσω συμφερόντως καὶ μὴ ἀποστραφῶ τεταπεινωμένος καὶ κατῃσχυμμένος ἄλλα τυχῶν ὧν ἤλπισα· καὶ οὕτως ἀπελεύσομαι χαίρων ἐν πληροφορίᾳ καρδίας.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου. Ἐλέησον με, Κύριε, ὅτι ἀσθενής εἰμὶ, ὁ ἱατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων. Ὡς ἐπὶ τοῦ φοβεροῦ σου παριστάμενος βήματος, ὡς τῶν ἀχράντων σου ποδῶν ἐφαπτόμενος, οὕτω παρακαλῶ καὶ δέομαι καὶ ἀντιβολῶ μετὰ συντετριμμένης καρδίας καὶ τεταπεινωμένης. Ἰλάσθητί μοι τῷ ἁμαρτωλῷ, συγχωρησόν μοι τῷ ἀχρείῳ καὶ ταπεινῷ· ἔπιδε ἐξ ἁγίου κατοικητηρίου σου ἐπὶ τὴν ἐμὴν ἀθλιότητα· ἐπίβλεψον ἐξ ἁγίων σου ὑψωμάτων ἐπὶ τὴν προσευχὴν τοῦ ταπεινοῦ δούλου σου, καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου· ἄνες μοι, ἵνα ἀναψύξω πρὸ τοῦ μὲ ἀπελθεῖν, ὅθεν οὐκέτι λοιπὸν ἐπιστρέψω· ὡς ἄνθρωπος ἥμαρτον, ὡς Θεὸς συγχώρησον· σύ γὰρ οἶδᾳς, Δεσπότα, τὸ εὐόλισθον τῆς ἀνθρωπίνης φύσεως καὶ ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος. Μνήσθητι ὅτι χοῦς ἐσμέν· μνήσθητι ὅτι σὺ μόνος καθαρὸς καὶ ἄχραντος καὶ ἀμίαντος, πάντες δὲ ἡμεῖς ἐν ἐπιτιμίοις. Μνήσθητι τῶν ἀπ’ αἰῶνος οἰκτιρμῶν σου καὶ τοῦ ἐλέους σου, καὶ μὴ συγκαταδικάσης με ταῖς ἀνομίαις μου, μηδὲ κατὰ τάς ἁμαρτίας μου ἀνταποδῷς μοι. Οἶδα τὸ πλῆθος τῶν ἀνομιῶν μου ὅτι πολύ, καὶ ἀριθμῷ μὴ ὑποκείμενον, ἀλλ’ οἶδα καὶ τὸ πέλαγος τῆς φιλανθρωπίας σου, ὅτι ἀνείκαστον καὶ ἀνίκητον. Σύ γὰρ εἰ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· ὁ ἀπὸ τοῦ οὐρανοῦ καταβὰς ἐπὶ τῆς γῆς τοῦ ζητῆσαι τὸ πλανηθὲν πρόβατον καὶ ἀπολωλός· ὁ ποιμὴν ὁ καλὸς ὁ τυθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων καὶ ἐλθὼν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτος εἰμι ἐγώ.
Ἐλέησον, ἐλέημον, τὸ ποίημα τῶν χειρῶν σου· μὴ βδελύξη μὲ τὸν ἀνάξιον, ἀλλ’ οἰκτείρησον τό ποίημά σου. Ὁ δι’ ἐμὲ σταυρὸν ὑπομείνας, καὶ τὰ τῶν μωλώπων καταδεξάμενος στίγματα καὶ ἰασάμενος· ἐξάλειψόν μου τὰ τραύματα φαρμάκῳ συμπαθείας καὶ σπόγγῳ φιλανθρωπίας σου, πάντα γὰρ δύνασαι, ἀδυνατεῖ δὲ σοὶ οὐδέν. Κατανυξόν μου τὴν πεπωρωμένην καρδίαν, ἐλάφρυνον τὸ βάρος τοῦ συνειδότος· δέξαι μου τὰ δάκρυα καὶ τὸν στεναγμὸν ὡς τῆς Πόρνης καὶ ὡς τοῦ κορυφαίου τῶν Ἀποστόλων Πέτρου· δέξαι μου τὴν μικρὰν ταύτην ἐξομολόγησιν καὶ μετάνοιαν, ὁ προσδεξάμενος ληστοῦ τὴν εὐγνωμοσύνην ἐν τῷ σταυρῷ· δέξαι μου τὸν ἀπὸ τῶν χειλέων καρπὸν ὡς θυσίαν ζῶσαν, εὐάρεστον, εἰς ὀσμὴν εὐωδίας.
Παρακαλῶ, παρακλήθητι· δυσωπῶ, δυσωπήθητι. Ἥμαρτε καὶ Μανασσῆς ἐκεῖνος ὁ βασιλεύς, ἀλλ’ οὐκ ἀπώλετο μετανοήσας· ἥμαρτε καὶ Δαβὶδ πρὸ ἐκείνου, άλλὰ τὴν ἁμαρτίαν ἀποκλαυσάμενος ἠλεήθη. Πολλὰ ἔχω τοιαῦτα παραδείγματα, παρηγοροῦντα καὶ παραμυθούμενά μου τὴν ἀθυμίαν, ἀποδιώκοντα τὴν ἀπόγνωσιν ἀπ’ ἐμοῦ καὶ τρέφοντα τὴν ἐλπίδα τῆς σωτηρίας μου. Παρακάλεσόν μου καὶ σὺ τὴν καρδίαν, ὁ Πατὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς πάσης παρακλήσεως· ψυχαγώγησον καὶ ἀγάθυνον τῇ πηγῇ τοῦ ἐλέους σου καὶ τῶν ἀγαθῶν. Πολλὰ ἐποίησας ἀπὸ τοῦ αἰῶνος μεγάλα καὶ θαυμαστά, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἐστιν ἀριθμός· ἀλλ’ εἰ ἐμὲ τὸν ἄσωτον σώσεις, εἰ ἐμὲ τὸν ἀνάξιον παραστήσεις, πλείω καὶ μείζω θαυμαστωθήσῃ· ὅτι τοσαύτη σου τῆς ἐλεημοσύνης καὶ τῆς φιλανθρωπίας ἡ δύναμις, ὥστε καὶ ἀπὸ βορβόρου μαργαρίτην ποιεῖν, καὶ ἐξ υἱοῦ γεέννης υἱὸν βασιλείας ἐπιτελεῖν.
Καὶ ἔτι κεκράξομαι πρὸς Κύριόν μου καὶ πρὸς Θεόν μου δεηθήσομαι. Κυβέρνησον τὸ ὑπόλοιπον τῆς ζωῆς μου κατὰ τὸ σὸν θέλημα, στήριξόν με εἰς τὸν φόβον σου, στερέωσόν με ἐν τῇ ἀγάπῃ σου καὶ ἐν τῷ πλήθει τῆς χρηστότητός σου, χρηστόν μοι τέλος καὶ ἄξιον τῆς φιλανθρωπίας σου δώρησαι, καὶ τὰ ὀστά καὶ τάς ἁρμονίας μου, καὶ πᾶσαν τὴν σύνθεσιν τῆς ὑποστάσεώς μου ἐν ἐλέει καὶ φιλανθρωπίᾳ ἔπιδε· καὶ εἰς ἀνέσεως καὶ ἀναπαύσεως τόπον τὴν ἀθλίαν μου ψυχὴν ὁδηγήσας ἀποκατάστησον, ὅτι πολλαὶ μοναὶ παρὰ σοί, ἑκάστῳ κατ’ ἀξίαν διανεμόμενος.
Ἔτι δὲ δέομαι καὶ παρακαλῶ, δὸς δή, Κύριε, καὶ χάριν συνέσεως τῇ ἐμῇ ἀναξιότητι, τοῦ διανοεῖσθαι τά σοὶ εὐάρεστα κἀμοὶ συμφέροντα, καὶ μὴ μόνον διανοεῖσθαι, ἀλλά καὶ διαπράττεσθαι, τὸ μὴ συναρπάζεσθαι καὶ συναπάγεσθαι τοῖς ματαίοις, τὸ μὴ διαπράττεσθαι τὰ μὴ δέοντα, τὸ ἀκενοδόξως συνταπεινοῦσθαι τοῖς ταπεινοῖς, καὶ τοῖς πάσχουσι συμπαθεῖν, καὶ τοῖς ἁμαρτάνουσι συγχωρεῖν. Οἶδα γάρ, ὡς, εἰ μὴ ἀφήσω, οὐκ ἀφεθήσομαι. Διὰ τοῦτο παρακαλῶ, συγχώρησον πάντα πᾶσι τοῖς ἁμαρτάνουσιν εἰς ἐμέ, οὐ γάρ εἰσιν οὗτοι αἴτιοι, ἀλλ’ ἐγὼ ὁ ἄθλιος, ὁ μὴ ποιῶν τὸ θέλημά σου καὶ μὴ φυλάττων τὰ προστάγματά σου. Τοὺς δὲ ἀγαπῶντας με, ἀντάμειψαι ταῖς πλουσίαις σου δωρεαῖς. Τοὺς δὲ πνευματικοὺς πατέρας καὶ τοὺς ἀδελφούς, οὕς σὺ δέδωκας, εὔσπλαγχνε, κρίμασιν, οἷς ἐπίστασαι, σὺν ἐμοὶ φιλανθρώπως οἰκτειρήσας ἐλέησον.
Ταῦτά μου τῆς προσευχῆς τὰ ῥήματα ἔστωσαν ὑπερεντυγχάνοντά μου καὶ ζῶντος καὶ θανόντος. Αὕτη ἡ ἐξομολόγησις καὶ τὰ δάκρυα ὡς θυμίαμα ἐνώπιόν σου κατευθυνθήτωσαν. Ἐγὼ δὲ καθ’ ἑκάστην ἀναμένω τοῦ θανάτου τὸ ἀπαραίτητον καὶ τὸ μὲν σῶμά μου τὸ ἄθλιον, ταφῇ παραδοθέν, διαφθαρήσεται, ὅπερ ἀναστήσεις ὁ ζωοδότης ἄφθαρτον ἐν τῷ τῆς παλιγγενεσίας καιρῷ τὸ δὲ πνεῦμά μου εἰς χεῖράς σου παρατίθημι.
Ἀνάπαυσον, ἅγιε Δεσπότα, ἐν φωτὶ ζώντων, καὶ ἐν τῇ κατοικίᾳ τῶν εὐφραινομένων καὶ τοὺς ἐμούς γεννήτορας, προγόνους τε καὶ ἀδελφούς, σούς δὲ οἰκέτας εὐγνώμονας καὶ πᾶσι τοῖς ἐν εὐσεβείᾳ τελειωθεῖσι συγχώρησον· ὅτι, εἰ καὶ ἡμάρτομεν, ἀλλ’ οὐκ ἀπέστημεν ἀπὸ σοῦ, οὐδὲ διεπετάσαμεν χεῖρας ἡμῶν πρὸς Θεὸν ἀλλότριον ἀλλὰ σὲ ἔγνωμεν καὶ σὲ ἠγαπήσαμεν, καὶ εἰς σὲ πεπιστεύκαμεν καὶ σὲ προσκυνοῦμεν τὸν ἕνα ἐν Τριάδι Θεὸν, ἐν σοὶ προσευχόμεθα καὶ ἐν σοὶ τὰς τῆς σωτηρίας ἀναρτῶμεν ἐλπίδας. Ἐλέησον ἡμᾶς κατὰ τὸ μέγα σου ἔλεος, καὶ σῶσον εἰς τὴν ἐπουράνιόν σου βασιλείαν.
Κύριε ὁ Θεός μου, ὁ
μέγας καὶ φοβερὸς καὶ ἔνδοξος, ὁ πάσης ὁρωμένης καὶ νοουμένης κτίσεως
Δημιουργός, ὁ φυλάσσων τὴν διαθήκην σου καὶ τὸ ἔλεός σου τοῖς ἀγαπῶσί σε καὶ
φυλάσσουσι τὰ προστάγματά σου, καὶ νῦν καὶ πάντοτε εὐχαριστῶ σοι, πασῶν ἕνεκα τῶν
εἰς ἐμὲ γενομένων εὐεργεσιῶν σου φανερῶν καὶ ἀφανῶν. Καὶ μέχρι τοῦ νῦν αἰνῶ καὶ
δοξάζω καὶ μεγαλύνω σέ, ἀνθ’ ὧν ἐθαυμάστωσας ἐπ’ ἐμοὶ τὰ ἐλέη σου τὰ πλούσια καὶ
τοὺς οἰκτιρμούς σου, ἀντιλαβόμενός μου ἐκ γαστρὸς μητρός μου, καὶ ἐν πᾶσι
προνοησάμενος, συντηρήσας τε καὶ διακυβερνήσας ὁσίως τὰ κατ’ ἐμὲ διὰ μόνην
χρηστότητα καὶ φιλανθρωπίαν σου. Οὐ γὰρ διὰ τὸ ἀνάξιόν μου καὶ ἐμπαθὲς ὑπερεῖδες
τὴν ἐμὴν ταπείνωσιν, ἀλλὰ διὰ τὸ φιλάνθρωπόν σου καὶ συμπαθὲς εὐεργετῶν καὶ
προνοούμενος οὐ διέλιπες· καὶ ἕως γήρως καὶ πρεσβείου, ὁ Θεός μου, μὴ ἐγκαταλίπῃς
με, Ἰησοῦ Χριστέ, τὸ καλὸν ὄνομα, ὁ γλυκασμός μου καὶ ἡ ἐπιθυμία μου, καὶ ἡ ἐλπίς
μου, ὁ ἐνανθρωπήσας δι’ ἡμᾶς καὶ τὸν διὰ σταυροῦ θάνατον ὑπομείνας, καὶ πάντα ἐν
σοφίᾳ οἰκονομήσας καὶ διαθέμενος τῆς ἡμῶν ἕνεκα σωτηρίας.
Ἐξομολογοῦμαί σοι, Κύριε ὁ Θεός μου, ἐν ὅλῃ καρδίᾳ μου, κλίνω γόνυ σώματος καὶ ψυχῆς, ἑξαγορεύων σοι τῷ Θεῷ πάσας τάς ἁμαρτίας μου. Κλῖνον καὶ αὐτὸς τὸ οὖς σου εἰς τὴν ἐμὴν δέησιν, καὶ ἄφες τὴν ἀσέβειαν τῆς καρδίας μου. Ἥμαρτον, ἠνόμησα, ἐπλημμέλησα, παρώξυνα, παρεπίκρανα σὲ τὸν ἐμὸν ἀγαθὸν Δεσπότην καὶ τροφέα καὶ κηδεμόνα· οὔκ ἐστιν εἶδος κακίας ῥητὸν ἤ ἄρρητον, ὅ οὐκ ἐποίησα, καὶ ἔργῳ, καὶ λόγῳ, καὶ γνώσει, καὶ ἀγνοίᾳ, καὶ ἐνθυμήμασι καὶ διανοήμασι, καθ’ ὑπερβολὴν εἰς ὑπερβολὴν ἁμαρτήσας. Καὶ πολλάκις μετανοεῖν ὑποσχόμενος, τοσαταύκις τοῖς αὐτοῖς περιέπεσα. Εὐκοπώτερον σταγόνες ὑετοῦ ἀριθμηθήσονται, ἤ τῶν ἐμῶν ἁμαρτημάτων ἡ πληθύς. Ὑπερῆραν γὰρ τὴν κεφαλήν μου, καὶ ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν. Ἀπὸ γὰρ νεότητός μου καὶ μέχρι τοῦ νῦν, ταῖς ἀτόποις ἐπιθυμίαις θύραν ἀνοίξας, ἀχαλινώτοις καὶ ἀτάκτοις ἐχρησάμην ὁρμαῖς, μολύνας τὸν χιτῶνα τὸν ἄνωθεν ὑφαντὸν τοῦ ἁγίου βαπτίσματος, τὸν ναόν μου τοῦ σώματος κηλιδώσας, τὴν ταλαίπωρόν μου ψυχὴν τοῖς πάθεσι τῆς ἀτιμίας καταμιάνας, καὶ πᾶσαν ἄλλην παρανομίαν καὶ ἀδικίαν διαπραξάμενος, ὦν ἐὰν κατὰ μέρος ἐπιμνησθῆναι θελήσω, ἐπιλείψει με διηγούμενον ὁ χρόνος.
Ἐπεὶ δὲ πάντα οἶδᾳς αὐτός, οὐδὲ γάρ ἐστι κτίσις ἀφανὴς ἐνώπιόν σου, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς σου, τὶ δεῖ πρὸς εἰδότα λέγειν τὰ μὴ ἀγνοούμενα παρὰ σοῦ; Ἐμοῦ δὲ συντρίβεται ἡ καρδία καὶ ἡ ψυχή, καὶ ὅλος εἰς ἀπορίας καταδύομαι βάθος, ἐνθυμούμενος ὅτι τηλικαῦτα καὶ τοσαῦτα ἡμαρτηκώς, οὐδὲ μικρὸν τι μεταμελείας ἔργον ἐνεδειξάμην, καὶ ὁ καιρὸς τῆς τομῆς ἐγγὺς καὶ ἡ προθεσμία τοῦ θανάτου παρέστηκεν, ὁ δὲ τῆς μετανοίας καιρὸς οὐδαμοῦ. Διὰ τοῦτο τετάρακται ἡ ψυχή μου καὶ κατώδυνός ἐστι καὶ κατηφείας πλήρης· ἀνέτοιμος γὰρ καὶ ἀπαρασκεύαστος ὤν, διαλογιζόμενός τε καὶ ἀνακρίνων τὰ κατ’ ἐμαυτόν, οὐδὲν ἱκανὸν πρὸς ἀπολογίαν εὑρίσκω, οὐδὲ τίνα τρόπον καὶ μηχανήν, δι’ ὧν τοῦ αἰωνίου πυρὸς ῥυσθήσομαι· εἰ γὰρ ὁ δίκαιος μόλις σῴζεται, ὁ ἁμαρτωλὸς ἐγὼ ποῦ φανοῦμαι; Καὶ εἰ διὰ πολλῶν θλίψεων ἡ βασιλεία τῶν οὐρανῶν τοῖς ἀξίοις κατακληροῦται, καὶ στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς τῆς ζωῆς, πῶς ἐγὼ καθηδυπαθὼν καὶ ἀκολασταίνων διὰ παντός, τῆς σωτηρίας ἀξιωθήσομαι; Καὶ εἰ πᾶσα δικαιοσύνη ἀνθρώπου ὡς ῥάκος ἀποκαθημένης, ὁ τοσοῦτος βόρβορος καὶ ἀδικία τὶ λογισθήσεται; Καὶ εἰ ὑπὲρ ἀργοῦ λόγου ἀπολογήσασθαι πρόκειται, ὑπὲρ τοσούτων ἐγὼ ἁμαρτημάτων τίνα εὐπρόσωπον ἕξω τὴν ἀπολογίαν;
Οἴμοι ψυχή! Ὅτι οὕτω τὰ καθ’ ἡμᾶς προεχώρησε. Βραχὺς ὁ βίος καὶ εὐπερίστατος, ὀξέως παροδεύων καὶ πρὸς τὸν θάνατον παραπέμπων, αἰωνία τῶν ἁμαρτωλῶν ἡ τιμωρία, ὥσπερ καὶ ἡ τῶν δικαίων βασιλεία, καὶ ἡ ζωὴ ἁμφοτέρων μὴ διακοπτομένη θανάτῳ. Τὶ οὖν ποιήσω; τὶ διαπράξω; εἰς ποῖον χάος ἐμαυτὸν ἀκοντίσω; φοβερὸς γὰρ ὁ θάνατος καὶ μάλιστα τῶν ἁμαρτωλῶν, ἐπεὶ καὶ πονηρός· θάνατος γὰρ ἁμαρτωλῶν πονηρός· φοβερὰ δὲ καὶ τὰ μετὰ θάνατον δείγματα· φοβερώτερον δὲ πολλῷ μᾶλλον τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος, ἐξ ὧν οὔκ ἐστιν ὁ ἐξελέσθαι δυνάμενος.
Ὅταν οὖν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ ἀποδοῦναι ἕκαστῳ κατὰ τὰ ἔργα αὐτοῦ, ὅταν θρόνοι τεθῶσι καὶ ὁ ἀδέκαστος κριτὴς φοβερὸς καθήσῃ, καὶ ἡ λαμπρότης καὶ ἡ χαρὰ τῶν δικαίων ἡτοιμασμένη φανῇ, καὶ πᾶσαι αἱ τῶν Ἀγγέλων μυριάδες, καὶ πάντες οἱ ἀπ’ αἰῶνος ἄνθρωποι, καὶ πᾶσα ὁμοῦ ἡ κτίσις, ἥ τε ὁρωμένη καὶ νοουμένη ὑπότρομος παρίσταται, τὶ ἐγὼ τότε διαπράξωμαι; αἰσχύνης πεπληρωμένος, ὑπὸ τοῦ συνειδότος κατεγνωσμένος, παρρησίας πάσης καὶ ἀπολογίας ἐστερημένος, στεναγμοῦ πάντοθεν; Οἴμοι τῶν κακῶν! Τὶ πρῶτον θρηνήσω, τὶ δεύτερον στενάξω, τὶ ἀπολοφύρωμαι; τὴν στέρησιν τῶν ἀγαθῶν ἤ τὴν ὀδύνην τῶν ἀλγεινῶν; τὸ ἀπέραντον τῆς τιμωρίας ἤ τὸν ἀπὸ Θεοῦ χωρισμόν; κλαῦσον ἀθλία ψυχή, ἐνθυμουμένη ταῦτα καὶ ὁποῖα μετὰ τὴν ἔξοδον ἀπαντήσεταί σοι, ὡς λίαν ἐπαχθῇ καὶ ἐπώδυνα, καὶ βόησον.
Ὁ Θεὸς τῶν Δυνάμεων, ὁ Θεὸς ὁ αἰώνιος, ὁ Θεὸς τοῦ ἐλέους καὶ τῶν οἰκτιρμῶν, μὴ ἐγκαταλίπῃς με, μὴ ὑπερίδῃς με, μὴ ἀποστήσῃς ἀπ’ ἐμοῦ τὸ ἔλεός σου. Πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου. Καὶ γὰρ οὕτως ἔχων, καὶ οὕτω διανοούμενος, οὐκ ἀπαγορεύω τῆς ἀγαθῆς ἐλπίδος, οὐδὲ ἀπογινώσκω τῆς σωτηρίας μου.
Οἶδα γὰρ τοῦ ἐμοῦ Δεσπότου τὸ εὐσυμπάθητον, οἶδα τοῦ φιλανθρώπου τὸ ἀμνησίκακον, καὶ ὅτι θελητὴς ἐλέους ἐστί, μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν, θέλων δὲ πάντας σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, καὶ μάλιστα τοὺς ἀπὸ ἁμαρτίας ἐπιστρέφοντας· οὐ γὰρ ἦλθε καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν· οὐ γὰρ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες.
Νῦν ἠρξάμην λαλῆσαι πρὸς τὸν Κύριόν μου· ἐγὼ δέ εἰμὶ γῆ καὶ σποδός, σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουθένημα λαοῦ. Δός μοι λόγον ἐν ἀνοίξει τοῦ στόματός μου, ὁ διδοὺς εὐχὴν τῷ εὐχομένῳ, ὅτι πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἐκ σοῦ τοῦ Πατρὸς τῶν φώτων· ἵνα καὶ δεηθῶ ἀξίως καὶ ἱκετεύσω συμφερόντως καὶ μὴ ἀποστραφῶ τεταπεινωμένος καὶ κατῃσχυμμένος ἄλλα τυχῶν ὧν ἤλπισα· καὶ οὕτως ἀπελεύσομαι χαίρων ἐν πληροφορίᾳ καρδίας.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου. Ἐλέησον με, Κύριε, ὅτι ἀσθενής εἰμὶ, ὁ ἱατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων. Ὡς ἐπὶ τοῦ φοβεροῦ σου παριστάμενος βήματος, ὡς τῶν ἀχράντων σου ποδῶν ἐφαπτόμενος, οὕτω παρακαλῶ καὶ δέομαι καὶ ἀντιβολῶ μετὰ συντετριμμένης καρδίας καὶ τεταπεινωμένης. Ἰλάσθητί μοι τῷ ἁμαρτωλῷ, συγχωρησόν μοι τῷ ἀχρείῳ καὶ ταπεινῷ· ἔπιδε ἐξ ἁγίου κατοικητηρίου σου ἐπὶ τὴν ἐμὴν ἀθλιότητα· ἐπίβλεψον ἐξ ἁγίων σου ὑψωμάτων ἐπὶ τὴν προσευχὴν τοῦ ταπεινοῦ δούλου σου, καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου· ἄνες μοι, ἵνα ἀναψύξω πρὸ τοῦ μὲ ἀπελθεῖν, ὅθεν οὐκέτι λοιπὸν ἐπιστρέψω· ὡς ἄνθρωπος ἥμαρτον, ὡς Θεὸς συγχώρησον· σύ γὰρ οἶδᾳς, Δεσπότα, τὸ εὐόλισθον τῆς ἀνθρωπίνης φύσεως καὶ ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος. Μνήσθητι ὅτι χοῦς ἐσμέν· μνήσθητι ὅτι σὺ μόνος καθαρὸς καὶ ἄχραντος καὶ ἀμίαντος, πάντες δὲ ἡμεῖς ἐν ἐπιτιμίοις. Μνήσθητι τῶν ἀπ’ αἰῶνος οἰκτιρμῶν σου καὶ τοῦ ἐλέους σου, καὶ μὴ συγκαταδικάσης με ταῖς ἀνομίαις μου, μηδὲ κατὰ τάς ἁμαρτίας μου ἀνταποδῷς μοι. Οἶδα τὸ πλῆθος τῶν ἀνομιῶν μου ὅτι πολύ, καὶ ἀριθμῷ μὴ ὑποκείμενον, ἀλλ’ οἶδα καὶ τὸ πέλαγος τῆς φιλανθρωπίας σου, ὅτι ἀνείκαστον καὶ ἀνίκητον. Σύ γὰρ εἰ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· ὁ ἀπὸ τοῦ οὐρανοῦ καταβὰς ἐπὶ τῆς γῆς τοῦ ζητῆσαι τὸ πλανηθὲν πρόβατον καὶ ἀπολωλός· ὁ ποιμὴν ὁ καλὸς ὁ τυθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων καὶ ἐλθὼν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτος εἰμι ἐγώ.
Ἐλέησον, ἐλέημον, τὸ ποίημα τῶν χειρῶν σου· μὴ βδελύξη μὲ τὸν ἀνάξιον, ἀλλ’ οἰκτείρησον τό ποίημά σου. Ὁ δι’ ἐμὲ σταυρὸν ὑπομείνας, καὶ τὰ τῶν μωλώπων καταδεξάμενος στίγματα καὶ ἰασάμενος· ἐξάλειψόν μου τὰ τραύματα φαρμάκῳ συμπαθείας καὶ σπόγγῳ φιλανθρωπίας σου, πάντα γὰρ δύνασαι, ἀδυνατεῖ δὲ σοὶ οὐδέν. Κατανυξόν μου τὴν πεπωρωμένην καρδίαν, ἐλάφρυνον τὸ βάρος τοῦ συνειδότος· δέξαι μου τὰ δάκρυα καὶ τὸν στεναγμὸν ὡς τῆς Πόρνης καὶ ὡς τοῦ κορυφαίου τῶν Ἀποστόλων Πέτρου· δέξαι μου τὴν μικρὰν ταύτην ἐξομολόγησιν καὶ μετάνοιαν, ὁ προσδεξάμενος ληστοῦ τὴν εὐγνωμοσύνην ἐν τῷ σταυρῷ· δέξαι μου τὸν ἀπὸ τῶν χειλέων καρπὸν ὡς θυσίαν ζῶσαν, εὐάρεστον, εἰς ὀσμὴν εὐωδίας.
Παρακαλῶ, παρακλήθητι· δυσωπῶ, δυσωπήθητι. Ἥμαρτε καὶ Μανασσῆς ἐκεῖνος ὁ βασιλεύς, ἀλλ’ οὐκ ἀπώλετο μετανοήσας· ἥμαρτε καὶ Δαβὶδ πρὸ ἐκείνου, άλλὰ τὴν ἁμαρτίαν ἀποκλαυσάμενος ἠλεήθη. Πολλὰ ἔχω τοιαῦτα παραδείγματα, παρηγοροῦντα καὶ παραμυθούμενά μου τὴν ἀθυμίαν, ἀποδιώκοντα τὴν ἀπόγνωσιν ἀπ’ ἐμοῦ καὶ τρέφοντα τὴν ἐλπίδα τῆς σωτηρίας μου. Παρακάλεσόν μου καὶ σὺ τὴν καρδίαν, ὁ Πατὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς πάσης παρακλήσεως· ψυχαγώγησον καὶ ἀγάθυνον τῇ πηγῇ τοῦ ἐλέους σου καὶ τῶν ἀγαθῶν. Πολλὰ ἐποίησας ἀπὸ τοῦ αἰῶνος μεγάλα καὶ θαυμαστά, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἐστιν ἀριθμός· ἀλλ’ εἰ ἐμὲ τὸν ἄσωτον σώσεις, εἰ ἐμὲ τὸν ἀνάξιον παραστήσεις, πλείω καὶ μείζω θαυμαστωθήσῃ· ὅτι τοσαύτη σου τῆς ἐλεημοσύνης καὶ τῆς φιλανθρωπίας ἡ δύναμις, ὥστε καὶ ἀπὸ βορβόρου μαργαρίτην ποιεῖν, καὶ ἐξ υἱοῦ γεέννης υἱὸν βασιλείας ἐπιτελεῖν.
Καὶ ἔτι κεκράξομαι πρὸς Κύριόν μου καὶ πρὸς Θεόν μου δεηθήσομαι. Κυβέρνησον τὸ ὑπόλοιπον τῆς ζωῆς μου κατὰ τὸ σὸν θέλημα, στήριξόν με εἰς τὸν φόβον σου, στερέωσόν με ἐν τῇ ἀγάπῃ σου καὶ ἐν τῷ πλήθει τῆς χρηστότητός σου, χρηστόν μοι τέλος καὶ ἄξιον τῆς φιλανθρωπίας σου δώρησαι, καὶ τὰ ὀστά καὶ τάς ἁρμονίας μου, καὶ πᾶσαν τὴν σύνθεσιν τῆς ὑποστάσεώς μου ἐν ἐλέει καὶ φιλανθρωπίᾳ ἔπιδε· καὶ εἰς ἀνέσεως καὶ ἀναπαύσεως τόπον τὴν ἀθλίαν μου ψυχὴν ὁδηγήσας ἀποκατάστησον, ὅτι πολλαὶ μοναὶ παρὰ σοί, ἑκάστῳ κατ’ ἀξίαν διανεμόμενος.
Ἔτι δὲ δέομαι καὶ παρακαλῶ, δὸς δή, Κύριε, καὶ χάριν συνέσεως τῇ ἐμῇ ἀναξιότητι, τοῦ διανοεῖσθαι τά σοὶ εὐάρεστα κἀμοὶ συμφέροντα, καὶ μὴ μόνον διανοεῖσθαι, ἀλλά καὶ διαπράττεσθαι, τὸ μὴ συναρπάζεσθαι καὶ συναπάγεσθαι τοῖς ματαίοις, τὸ μὴ διαπράττεσθαι τὰ μὴ δέοντα, τὸ ἀκενοδόξως συνταπεινοῦσθαι τοῖς ταπεινοῖς, καὶ τοῖς πάσχουσι συμπαθεῖν, καὶ τοῖς ἁμαρτάνουσι συγχωρεῖν. Οἶδα γάρ, ὡς, εἰ μὴ ἀφήσω, οὐκ ἀφεθήσομαι. Διὰ τοῦτο παρακαλῶ, συγχώρησον πάντα πᾶσι τοῖς ἁμαρτάνουσιν εἰς ἐμέ, οὐ γάρ εἰσιν οὗτοι αἴτιοι, ἀλλ’ ἐγὼ ὁ ἄθλιος, ὁ μὴ ποιῶν τὸ θέλημά σου καὶ μὴ φυλάττων τὰ προστάγματά σου. Τοὺς δὲ ἀγαπῶντας με, ἀντάμειψαι ταῖς πλουσίαις σου δωρεαῖς. Τοὺς δὲ πνευματικοὺς πατέρας καὶ τοὺς ἀδελφούς, οὕς σὺ δέδωκας, εὔσπλαγχνε, κρίμασιν, οἷς ἐπίστασαι, σὺν ἐμοὶ φιλανθρώπως οἰκτειρήσας ἐλέησον.
Ταῦτά μου τῆς προσευχῆς τὰ ῥήματα ἔστωσαν ὑπερεντυγχάνοντά μου καὶ ζῶντος καὶ θανόντος. Αὕτη ἡ ἐξομολόγησις καὶ τὰ δάκρυα ὡς θυμίαμα ἐνώπιόν σου κατευθυνθήτωσαν. Ἐγὼ δὲ καθ’ ἑκάστην ἀναμένω τοῦ θανάτου τὸ ἀπαραίτητον καὶ τὸ μὲν σῶμά μου τὸ ἄθλιον, ταφῇ παραδοθέν, διαφθαρήσεται, ὅπερ ἀναστήσεις ὁ ζωοδότης ἄφθαρτον ἐν τῷ τῆς παλιγγενεσίας καιρῷ τὸ δὲ πνεῦμά μου εἰς χεῖράς σου παρατίθημι.
Ἀνάπαυσον, ἅγιε Δεσπότα, ἐν φωτὶ ζώντων, καὶ ἐν τῇ κατοικίᾳ τῶν εὐφραινομένων καὶ τοὺς ἐμούς γεννήτορας, προγόνους τε καὶ ἀδελφούς, σούς δὲ οἰκέτας εὐγνώμονας καὶ πᾶσι τοῖς ἐν εὐσεβείᾳ τελειωθεῖσι συγχώρησον· ὅτι, εἰ καὶ ἡμάρτομεν, ἀλλ’ οὐκ ἀπέστημεν ἀπὸ σοῦ, οὐδὲ διεπετάσαμεν χεῖρας ἡμῶν πρὸς Θεὸν ἀλλότριον ἀλλὰ σὲ ἔγνωμεν καὶ σὲ ἠγαπήσαμεν, καὶ εἰς σὲ πεπιστεύκαμεν καὶ σὲ προσκυνοῦμεν τὸν ἕνα ἐν Τριάδι Θεὸν, ἐν σοὶ προσευχόμεθα καὶ ἐν σοὶ τὰς τῆς σωτηρίας ἀναρτῶμεν ἐλπίδας. Ἐλέησον ἡμᾶς κατὰ τὸ μέγα σου ἔλεος, καὶ σῶσον εἰς τὴν ἐπουράνιόν σου βασιλείαν.
Ναὶ δή, Κύριέ μου, Κύριε, οὕτω γενέσθω ταῦτα ἐν ἡμῖν τοῖς ἐλπίζουσιν ἐπὶ σὲ διὰ
τὴν πολλὴν σου καὶ ἀνυπέρβλητον ἀγαθότητα, καὶ διὰ τὴν ἄφατόν σου εὐσπλαγχνίαν
καὶ φιλανθρωπίαν. Πρεσβείαις τῆς πανενδόξου, ὑπερευλογημένης καὶ κεχαριτωμένης ὑπεραγίας
Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τῶν ἐπουρανίων καὶ νοερῶν
Δυνάμεων, καὶ πάντων τῶν ἀπ’ αἰῶνός σοι εὐαρεστησάντων Ἁγίων.
Ἀμήν.
Ἀμήν.
Δημοσίευση σχολίου