olasthnforaa.blogspot.gr
Εις το όνομα του
Πατρός και του Υιού και του Αγίου Πνεύματος. Αμήν. Άγιος ο Θεός.. Παναγία
Τριάς.. Πάτερ ημών.. Δι’ευχών των αγίων.. Θεοτόκε παρθένε,χαίρε.. Βαπτιστά του
Χριστού.. Βίον ένθεον καλώς.. Δεύτε προσκυνήσομεν..
Έπειτα τα ακόλουθα:
Ψαλμός 90
Έπειτα τα ακόλουθα:
Ψαλμός 90
Αἶνος
ᾠδῆς τῷ Δαυΐδ.
Ο ΚΑΤΟΙΚΩΝ ἐν
βοηθείᾳ τοῦ ῾Υψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. 2 ἐρεῖ τῷ Κυρίῳ·
ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ᾿ αὐτόν, 3 ὅτι αὐτὸς
ρύσεταί σε ἐκ παγίδος θηρευτῶν καὶ ἀπὸ λόγου ταραχώδους. 4 ἐν τοῖς μεταφρένοις
αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς· ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια
αὐτοῦ. 5 οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, 6 ἀπὸ
πράγματος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ.
7 πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ·
8 πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει. 9 ὅτι
σύ, Κύριε, ἡ ἐλπίς μου· τὸν ῞Υψιστον ἔθου καταφυγήν σου. 10 οὐ προσελεύσεται πρὸς
σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ ἐν τῷ σκηνώματί σου. 11 ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται
περὶ σοῦ τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου· 12 ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε
προσκόψῃς πρὸς λίθον τὸν πόδα σου· 13 ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ
καταπατήσεις λέοντα καὶ δράκοντα. 14 ὅτι ἐπ᾿ ἐμὲ ἤλπισε, καὶ ρύσομαι αὐτόν·
σκεπάσω αὐτόν, ὅτι ἔγνω τὸ ὄνομά μου. 15 κεκράξεται πρός με, καὶ ἐπακούσομαι αὐτοῦ,
μετ᾿ αὐτοῦ εἰμι ἐν θλίψει· ἐξελοῦμαι αὐτόν, καὶ δοξάσω αὐτόν. 16 μακρότητα ἡμερῶν
ἐμπλήσω αὐτὸν καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου.
Ευαγγέλιον Κατά
Λουκάν Κεφ.2/41-52
41 Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ᾿ ἔτος εἰς Ἱερουσαλὴμ τῇ ἑορτῇτοῦ πάσχα.
41 Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ᾿ ἔτος εἰς Ἱερουσαλὴμ τῇ ἑορτῇτοῦ πάσχα.
42 Καὶ ὅτε ἐγένετο ἐτῶν
δώδεκα, ἀναβάντων αὐτῶν εἰς Ἱεροσόλυμα κατὰ τὸ ἔθος τῆς ἑορτῆς
43 καὶ τελειωσάντων
τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτοὺς ὑπέμεινενἸησοῦς ὁ παῖς ἐν Ἱερουσαλήμ,
καὶ οὐκ ἔγνω Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ.
44 Νομίσαντες δὲ αὐτὸν ἐν
τῇ συνοδίᾳ εἶναι ἦλθον ἡμέρας ὁδὸν καὶἀνεζήτουν αὐτὸν ἐν
τοῖς συγγενέσι καὶ ἐν τοῖς γνωστοῖς·
45 καὶ μὴ εὑρόντες
αὐτὸν ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ζητοῦντες αὐτόν.
46 Καὶ ἐγένετο
μεθ᾿ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ καθεζόμενονἐν μέσῳ τῶν
διδασκάλων καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς·
47 ἐξίσταντο δὲ πάντες
οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖςἀποκρίσεσιν
αὐτοῦ.
48 Καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν,
καὶ πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦεἶπε· τέκνον, τί ἐποίησας ἡμῖν
οὕτως; ἰδοὺ ὁ πατήρ σου κἀγὼὀδυνώμενοι ἐζητοῦμέν σε.
49 Καὶ εἶπε πρὸς
αὐτούς· τί ὅτι ἐζητεῖτέ με; Οὐκ ᾔδειτε ὅτι ἐν τοῖς
τοῦπατρός μου δεῖ εἶναί με;
50 Καὶ αὐτοὶ οὐ συνῆκαν
τὸ ρῆμα ὃ ἐλάλησεν αὐτοῖς.
51 Καὶ κατέβη
μετ᾿ αὐτῶν καὶ ἦλθεν εἰς Ναζαρέτ, καὶ ἦνὑποτασσόμενος αὐτοῖς. Καὶ ἡ μήτηρ
αὐτοῦ διετήρει πάντα τὰ ρήματα ταῦτα ἐν τῇ καρδίᾳ αὐτῆς.
52 Καὶ Ἰησοῦς προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι
παρὰ Θεῷ καὶἀνθρώποις.
Κομβοσχοίνι: Το ''Κύριε Ιησού Χριστέ ελέησον με''
& ''Αγιε Αρσένιε, πρέσβευε υπέρ ημών''
Δι' ευχών
Κομβοσχοίνι: Το ''Κύριε Ιησού Χριστέ ελέησον με''
& ''Αγιε Αρσένιε, πρέσβευε υπέρ ημών''
Δι' ευχών
Δημοσίευση σχολίου