GuidePedia

0
optiko.net
ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΤΡΙΤΗ


Εἰς τὸν Ὄρθρον- Ἐκ τοῦ κατά Ματθαῖον. Κεφ. 22: 15-46, 23: 1-39
Τῷ καιρῷ ἐκείνῳ, συμβούλιον ἔλαβον οἱ Φαρισαῖοι κατὰ τοῦ ᾿Ιησοῦ, ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ. Καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν ῾Ηρῳδιανῶν, λέγοντες· Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ, καὶ τὴν ὁδὸν τοῦ Θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων· εἰπὲ οὖν ἡμῖν, τί σοι δοκεῖ; ἔξεστι δοῦναι κῆνσον Καίσαρι, ἢ οὔ; Γνοὺς δὲ ὁ ᾿Ιησοῦς τὴν πονηρίαν αὐτῶν, εἶπε· Τί με πειράζετε, ὑποκριταί; ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου. Οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον. Καὶ λέγει αὐτοῖς· Τίνος ἡ εἰκὼν αὕτη, καὶ ἡ ἐπιγραφή; Λέγουσιν αὐτῷ· Καίσαρος. Τότε λέγει αὐτοῖς· Ἀπόδοτε οὖν τὰ Καίσαρος, Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. Καὶ ἀκούσαντες, ἐθαύμασαν· καὶ ἀφέντες αὐτὸν, ἀπῆλθον…


Εἰς τὴν Λειτουργίαν - Ἐκ τοῦ κατά Ματθαῖον. Κεφ. 24: 36-51, 25: 1-46, 26: 1-2


Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· …….ὁμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα Παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ Νυμφίου, πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραί. Αἵτινες μωραὶ, λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν, οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν, μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ Νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδοὺ ὁ Νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ Παρθένοι ἐκεῖναι, καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι, λέγουσαι· μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας, καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ Νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ Παρθένοι λέγουσαι· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν, ἐν ᾗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται…

Δημοσίευση σχολίου

 
Top